Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.23 Dem. 25.26 (English) >>Dem. 25.29

25.25εἰ δὲ μή, λέλυται πάντα, ἀνέῳκται, συγκέχυται, τῶν πονηροτάτων καὶ ἀναιδεστάτων πόλις γίγνεται. φέρε γὰρ πρὸς θεῶν, εἰ ἕκαστος τῶν ἐν τῇ πόλει τὴν Ἀριστογείτονος τόλμαν καὶ ἀναισχυντίαν λαβών, καὶ διαλογισάμενος ταῦθʼ ἅπερ οὗτος, ὅτι ἔξεστι καὶ λέγειν καὶ ποιεῖν μέχρι παντὸς τι ἂν βούληταί τις ἐν δημοκρατίᾳ, ἄνπερ τοῦ ποῖός τις εἶναι δόξει ταῦτα ποιῶν ὀλιγωρήσῃ, καὶ οὐδεὶς ἐπʼ οὐδενὶ τῶν ἀδικημάτων εὐθὺς αὐτὸν ἀποκτενεῖ· 25.26εἰ ταῦτα διανοηθεὶς μὴ λαχὼν τῷ λαχόντι καὶ μὴ χειροτονηθεὶς τῷ χειροτονηθέντι ἐξ ἴσου ζητοίη εἶναι καὶ τῶν αὐτῶν μετέχειν, καὶ ὅλως μὴ νέος, μὴ πρεσβύτερος τὰ προσήκοντα πράττοι, ἀλλὰ πᾶν τὸ τεταγμένον ἐξελάσας ἕκαστος ἐκ τοῦ βίου, τὴν ἑαυτοῦ βούλησιν νόμον, ἀρχήν, πάνθʼ ὑπολαμβάνοι· εἰ ταῦτα ποιοῖμεν, ἔστι τὴν πόλιν οἰκεῖσθαι; τί δέ; τοὺς νόμους κυρίους εἶναι; πόσην δʼ ἂν οἴεσθε βίαν καὶ ὕβριν καὶ παρανομίαν ἐν ἁπάσῃ τῇ πόλει καθʼ ἑκάστην τὴν ἡμέραν γίγνεσθαι καὶ βλασφημίαν ἀντὶ τῆς νῦν εὐφημίας καὶ τάξεως; 25.27καὶ τί δεῖ λέγειν ὅτι τοῖς νόμοις ἅπαντα κοσμεῖται καὶ τῷ τούτοις πείθεσθαι; ἀλλʼ ὑμεῖς αὐτοὶ πάντων ἄρτι κληρουμένων Ἀθηναίων, καὶ πάντων εὖ οἶδʼ ὅτι βουλομένων εἰς τοῦτο λαχεῖν τὸ δικαστήριον, μόνοι δικάζεθʼ ἡμῖν. διὰ τί; ὅτι ἐλάχετε, εἶτʼ ἀπεκληρώθητε· ταῦτα δʼ οἱ νόμοι λέγουσιν. εἶθʼ ὑμεῖς αὐτοὶ κατὰ τοὺς νόμους εἰσεληλυθότες τὸν παρὰ τοὺς νόμους λέγειν πράττειν τι βιαζόμενον λαβόντες ἀφήσετε; καὶ οὐδεὶς ὑμῶν χολὴν οὐδʼ ὀργὴν ἔχων φανήσεται ἐφʼ οἷς βδελυρὸς καὶ ἀναιδὴς ἄνθρωπος βιάζεται τοὺς νόμους;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.23 Dem. 25.26 (English) >>Dem. 25.29

Powered by PhiloLogic